「カルデア教義の概要」 – 4

/ Ἄζωνοι δὲ καλοῦνται οἱ εὐλύτως ἐνεξουσιάζοντες ταῖς ζώναις καὶ ὑπεριδρυμένοι τῶν ἐμφανῶν θεῶν· ζωναίοι δὲ, οἱ τὰς ἐν οὐρανῷ ζώνας ἀπολύτως περιελίττοντες καὶ τὰ τῇδε διοικοῦντες. Θεῖον γὰρ γένος ἐστι παρ᾿ αὐτοῖς ζωναῖον, τὸ κατανειμάμενον τὰς τοῦ αἰσθητοῦ κόσμου μερίδας, καὶ ζωσάμενον τὰς περὶ τὸν ὑλαῖον τόπον διακληρώσεις. Μετὰ δὲ τὰς ζώνας ἐστιν ὁ ἀπλανὴς κύκλος, περιέχων τὰς ἑπτὰ σφαίρας, ἐν αἶς τὰ ἄστρα. Καὶ ἄλλος μὲν παρ᾿ αὐτοῖς ὁ ἡλιακὸς κόσμος τῷ αἰθερίῳ βάθει δουλεύων· ἄλλος δὲ ὁ ζωναῖος, εἶς ὢν τῶν ἑπτα. Τῶν δὲ ἀνθρωπίνων ψυχῶν αἴτια διττὰ πηγαῖα τίθενται, τόν τε πατρικὸν νοῦν καὶ τὴν πηγαίαν ψυχήν. Καὶ προέρχεται μὲν αὐτοῖς ἡ μερικὴ ψυχὴ ἀπὸ τῆς πηγαίας κατὰ βούλησιν τοῦ πατρὸς· ἔχει δὲ καὶ αὐτόγονον οὐσίαν καὶ αὐτόζωον· οὐ γάρ ἐστιν ὡς ἑτεροκίνητος. /

/帯に対して独立した支配権をもち、目に見える神々の上位に座するものが「帯をなさないもの」と呼ばれる。また、天空の帯を離れて取り巻き、それを統制しているのが「帯をなすもの」と呼ばれる。帯をなすもののもとにはある種類の神がおり、宇宙の可感的部分を共有し、質料的な場所に特有の性質を帯びている。帯の次には不動の球が来る。それは七つの天球を取り囲み、そこに恒星が位置する。それらのもとにはほかに太陽的な宇宙があり、深くエーテルに支配されている。ほかに帯をなす宇宙があり、それは七つのうちの一つをなしている。人間の魂の原因としては二つの源泉が置かれている。父なるヌースと原初的魂である。彼らによれば、個々の魂は父の意志によって原初的魂から発出するのである。その実体はみずから生まれ自生する。ほかから動かされるものではないからだ。/