プセロス「カルデア古代教義概説」 – 9

23. Οὗ τὸ μὲν δύναμιν ἀγαθοειδῆ κέκτηται, συλλαμβάνον ταῖς ἱερατικαῖς ἀνόδοις ἐπὶ τοὺς ἐναντίους ταύταις · τὸ δὲ καθέλκει τὰς ψυχάς, ὅ καὶ θηροπόλον καὶ ἀναιδὲς καλεῖται, τὴν φύσιν ἐπιστρεφόμενον καὶ ταῖς μοιραίαις δόσεσιν ὑπηρετοῦν καὶ θέλγον τὰς ψυχὰς ἢ κολάζον τὰς ἐρήμας ἀπολειφθείσας τοῦ θείου φωτός, ὃ καὶ ἐν τῷ κοιλώματι φέρεται εἰς ἄρρεν καὶ θῆλυ διῃρημένον.

24. Τῶν δὲ ἡμετέρων, φασί, ψυχῶν αἴτια διττὰ πηγαῖα, ὅ τε πατρικὸς νοῦς καὶ ἡ πηγαία ψυχή · τὸν μὲν γὰρ πατέρα ἑλκύσαι αὐτὴν ἀπ᾿ ἐκείνης καὶ κελεῦσαι προελθεῖν, τὴν δὲ αὐτὸ τὸ εἶναι καὶ τὸ εἶδος ὑποστῆσαι.

23. そこでは善に類する力を得たものが、聖なるものの上昇を、それに対立するものに逆らって助ける。一方、魂を下へと引っ張るものもあり、獣のようなもの、恥知らずなものと呼ばれるが、それはピュシスのほうを向き、与えられたさだめに仕え、魂を魅了し、神の光を失い捨てられた者たちを罰し、オスとメスに分かれて深淵の中をうごめく。

24. 彼らが言うには、私たちの魂には原因をなす二つの源がある。父なる知性と魂の源泉である。というのも、父なるものは魂をその源泉から引っ張り、出ずるよう命じ、一方の魂の源泉は、魂の存在そのものと形をもたらすからである。