プロクロス「カルデア哲学注解抄」 -13

E’

Ἡ φιλοσοφία τήν τε λήθην καὶ ἀνάμνησιν τῶν αἰδίων λόγων αἰτιᾶται τῆς τε ἀποφοιτήσεως τὴς ἀπὸ τῶν θεῶν καὶ τῆς ἐπ᾿ αὐτοὺς ἐπιστροφῆς · τὰ δὲ λόγια, τῶν πατρικῶν συνθημάτων. Συνᾴδει δὲ ἀμφότερα · συνέστηκε γὰρ ἡ ψυχὴ ἀπὸ τῶν ἱερῶν λόγων καὶ τῶν θείων συμβόλων · ὧν οἱ μέν εἰσιν ἀπὸ τῶν νοερῶν εἰδῶν, τὰ δὲ ἀπὸ τῶν θείων ἑνάδων · καὶ ἐσμὲν εἰκόνες μὲν τῶν νοερῶν οὐσιῶν, ἀγάλματα τὰ δὲ τῶν ἀγνώστων συνθημάτων. Καὶ ὥσπερ πᾶσα ψυχὴ πάντων μὲν ἐστι πλήρωμα τῶν εἰδῶν, κατὰ μίαν δὲ ὅλως αἰτίαν ὑφέστηκεν, οὕτω καὶ πάντων μὲν μετέχει τῶν συνθημάτων, δι᾿ ὧν συνάπτεται τῷ θεῷ, ἀφώρισται δὲ ἡ ὕπαρξις ἐν ἑνί, καθὸ συνάγεται πᾶν τὸ ἐν αὐτῇ πλῆθος εἰς μίαν κορυφήν.

5.

哲学は、神から離れたり再びそこに戻ろうとしたりすることの原因を、永遠なるロゴスの忘却と想起にあると見なす。一方の神託は、それを父の表徴(の忘却と想起?)にあると見なす。両者は一致している。というのも、魂は聖なるロゴスと神の象徴から成るものだからである。一方は知的な形相に由来し、もう一方は神の一性に由来する。そして私たちは知的実体の似姿であるとともに、認識しえない表徴の像でもあるのである。また、魂の全体はありとあらゆる形相で満たされていながら、全体として一つの原因のもとに成り立っている。(魂は)神に結びつくすべての表徴に参与しているものの、その存在は一者において分離されている。それゆえ、そのものにある複数性はすべて、一つの頂に集められているのである。