プセロス「カルデア神託註解」 1

Τοῦ Ψελλοῦ ἐξήγησις τῶν χαλδαϊκῶν ῥητῶν

Ἔστι καὶ εἰδώλῳ μερὶς εἰς τόπον ἀμφιφάοντα.

Εἴδωλα λέγεται παρὰ τοῖς φιλοσόφοις τὰ συμφυῆ μὲν τοῖς κρείττοσιν ἐλάττονα δὲ ἐκείνων τυγχάνοντα · οἶον συμφυὴς ὁ νοῦς τῷ θεῷ, καὶ τῷ νῷ ἡ λογικὴ ψυχή, καὶ τῇ λογικῇ ψυχῇ ἡ ἄλογος, καὶ τῇ ἀλόγῳ ψυχῇ ἡ φύσις, καὶ τῇ φύσει τὸ σῶμα, καὶ τῷ σώματι ἡ ὕλη. Εἴδωλον οὖν τοῦ μὲν θεοῦ ὁ νοῦς, τοῦ δὲ νοῦ ἡ λογικὴ ψυχή, τῆς δὲ λογικῆς ψυχῆς ἡ ἄλογος, τῆς δὲ ἀλόγου ἡ φύσις, τῆς δὲ φύσεως τὸ σῶμα, τοῦ δὲ σώματος ἡ ὕλη. Ἐνταῦθα δὲ τὸ χαλδαϊκὸν λόγιον εἴδωλον φησι τὴν ἄλογον ψυχὴν τῆς λογικῆς. Συμφυὴς γὰρ αὐτῇ ἐν τῷ ἀνθρώπῳ, καὶ χείρων ἐκείνης.

プセロスによるカルデア神託註解

「像にも、光輝く場所に入る部分がある」

哲学者たちによれば、像とは上位のものと性質を共有しつつ、それらに対して実は下位であるものと言われる。たとえば知性は神と性質を共有するし、理性的魂は知性と、非理性的魂は理性的魂と、ピュシスは非理性的魂と、肉体はピュシスと、質料は肉体とそれぞれ性質を共有する。そんなわけで、知性は神の像であり、理性的魂は知性の像、非理性的魂は理性的魂の像、ピュシスは非理性的魂の像、肉体はピュシスの像、質料は肉体の像なのである。ここでカルデア神託は、非理性的魂は理性的魂の像であると述べているが、それは人間のうちにある非理性的魂が、理性的魂と性質を共有しつつそれに劣るからである。