プセロス「カルデア神託註解」 13

Τελεστικὴ δὲ ἐπιστήμη ἐστὶν ἡ οἷον τελοῦσα τὴν ψυχὴν διὰ τῆς τῶν ἐνταῦθ᾿ ὑλῶν δυνάμεως. Τοῦτο γοῦν φησιν ¨ἱερῷ λόγῳ ἔργον ἑνώσας¨, τοῦτ᾿ ἔστι συνάψας τῷ ἱερῷ λόγῳ τῆς ψυχῆς ἤτοι τῇ κρείττονι δυνάμει τὸ τῆς τελετῆς ἔργον. Καὶ ὁ μὲν καθ᾿ ἡμᾶς θεολόγος Γρηγόριος λόγῳ καὶ θεωρίᾳ τὴν ψυχὴν ἀνάγει πρὸς τὰ θειότερα · λόγῳ τῷ καθ᾿ ἡμᾶς τῷ νοεροτέρῳ καὶ κρείττονι, θεωρίᾳ τῇ ὑπὲρ ἡμᾶς ἐλλάμψει. Ὁ δέ γε Πλάτων λόγῳ καὶ νοήσει περιληπτὴν ἡμῖν τὴν ἀγέννητον οὐσίαν τίθεται · ὁ δὲ Χαλδαῖος οὐκ ἄλλως φησὶν ἡμᾶς ἀνάγεσθαι πρὸς θεόν, εἰ μὴ δυναμώσομεν τὸ τῆς ψυχῆς ὄχημα διὰ τῶν ὑλικῶν τελετῶν · οἴεται γὰρ καθαίρεσθαι τὴν ψυχὴν λίθοις καὶ πόαις καὶ ἐπῳδαῖς καὶ εὔτροχον εἶναι πρὸς τὴν ἀνάβασιν.

儀礼的な学知とは、下界の物質の力によって魂を導くもののことである。ただし「聖なるロゴスの働きと一つに」すべしと言っている。つまり、儀礼の働きを魂の聖なるロゴスと、つまりは上位の力と一つにするということである。われわれの神学者グレゴリオス(ナジアンゾスの)も、ロゴスと観想によって神に向かって魂を高められるとしている。ロゴスによってとは、われわれのもとにあるより知的かつ上位のものによって、観想によってとは、われわれの上方から照らすものによってである。またプラトンは、ロゴスと知性によって、われわれが生成したのではない存在を抱くよう仕向けている。カルデア人はというと、われわれが神に向かって高まるのは、魂の乗り物(オケーマ)を物質的な儀礼を通じて強化する場合以外にないと述べているのである。なぜならその者は、魂は石や草、呪文によって浄化でき、上昇に向けて回転すると考えているからだ。