プロクロス「カルデア哲学注解抄」 – 1

Α´

Αὐλαὶ τῶν θείων καὶ οἰκήσεις αἱ ἀΐδιαι τάξεις. Καὶ ἡ ¨πανδεκτική αὐλή¨ τοῦ Πατρὸς ἡ πατρικὴ τάξις ἐστίν, ἡ πάσας ὑποδεχομένη καὶ συνέχουσα τὰς ἀναθείσας ψυχάς · ἡ δὲ τῶν ἀγγέλων μερὶς πῶς ἀνάγει ψυχήν; φέγγουσα φησί, πυρὶ τὴν ψυχήν, τοῦτ᾿ ἔστι περιλάμπουσα αὐτὴν πανταχόθεν, καὶ πλήρη ποιοῦσα τοῦ ἀχράντου πυρὸς ὃ ἐνδίδωσιν αὐτῇ τάξιν ἄκλιτον καὶ δύναμιν δι᾿ ἣν οὐκ ἐκροιζεῖται εἰς τὴν ὑλικὴν ἀταξίαν ἀλλὰ συνάπτεται τῷ φωτὶ τῶν θείων · καὶ συνέχει δὲ αὐτὴν ἐν οἰκείῳ τόπῳ, καὶ ἀμιγῆ ποιεῖ πρὸς τὴν ὕλην, τῷ θερμῷ πνεύματι κουφίζουσα καὶ ποιοῦσα μετέωρον διὰ τῆς ἀναγωγοῦ ζωῆς · τὸ γὰρ πνεῦμα τὸ θερμὸν ζωῆς ἐστι μετάδοσις.

I.
神々の宮および住処とは永遠の秩序である。父の「あらゆるものを受け止める宮」とは父なる秩序であり、高みにある魂をすべて受け止め、留めおくものである。では、天使の階級はどのように魂を押し上げるのだろうか?それは魂を火で輝かせることによってだと(神託は?)言う。つまり、それをあらゆる面から輝かせ、純粋な火で満たすことによってである。その火は魂に、変わることのない秩序のほか、質料の無秩序に音を立てて入り込まずに神々の光に結びついていられる力をも与える。また、魂を固有の場所に留めおき、熱いプネウマで軽くするとともに高みを目指す生命によって上昇をもたらすことで、質料に逆らう純粋なるものとなすのである。というのも、熱いプネウマとは生命の分有のことだからだ。