プロクロス「カルデア哲学注解抄」 – 2

Κουφίζεται δὲ ἅπαν τὸ σπεῦδον εἰς τὸν ἄνω τόπον, ὥσπερ βρίθει τὸ εἰς τὴν ὕλην φερόμενον. Τέλος δὲ τῶν ἀνόδων ἡ μετουσία τῶν θείων καρπῶν καὶ ἡ αὐτοφαὴς τοῦ πυρὸς ἀποπλήρωσις, ἥτις ἐστὶν ἡ θεοῦ ὄψις, ὥς ὑπ᾿ ὄμμασιν αὐτὴν τιθεῖσα τοῦ Πατρός. Ὑμνῳδὸς δὲ ἀποτελεῖται τῶν θείων ἡ ψυχή, κατὰ τὸ λόγιον, τὰ συνθήματα τοῦ Πατρὸς τὰ ἄρρητα προβαλλομένη καὶ προσφέρουσα αὐτὰ τῷ Πατρί, ἃ ἐνέθετο ὁ Πατὴρ εἰς αὐτὴν ἐν τῇ παρόδῳ τῆς οὐσίας. Τοιοῦτοι γὰρ οἱ νοεροὶ καὶ ἀφανεῖς ὕμνοι τῆς ἀναγνομένης ψυχῆς, ἀνακινοῦντες τὴν μνήμην τῶν ἁρμονικῶν λόγων οἳ φέρουσιν ἀπορρήτους εἰκόνας τῶν θείων ἐν αὐτῇ δυνάμεων.

質料に向かうものが重みを増すように、高き場所へと急ぐものはすべて軽くなる。上昇の道の果てには、神の恵みへの参与、みずから輝く火による満たしがある。それは神の目でもある。なぜなら、その魂は「父」の視線のもとに置かれるからである。神託によると、魂は神々の賛歌を歌うことができるようになり、言葉にしえない「父」のしるしを発し、それを「父」へと差し出すのである。そのしるしは、父が、その魂を存在に加える際に、その中に吹き込んでおいたものである。なんとなれば、それこそが高みにのぼる魂の知的な、目に見えない賛歌だからである。魂は、調和の言葉の記憶を呼び覚ますが、その言葉こそがおのれの中にある、神の力の秘められた姿なのである。