プセロス「カルデア神託註解」 2

Καὶ φήσιν ὃτι καὶ ¨εἰδώλῳ μερίς¨ ἐστιν ¨εἰς τόπον ἀμφιφάοντα¨ · τοῦτ᾿ ἔστιν · ἡ ἄλογος ψυχή, ἥτις ἐστὶν εἴδωλον τῆς λογικῆς ψυχῆς, καθαρθεῖσα δι᾿ ἀρετῆς ἐν τῷ βίῳ, ἄνεισιν εἰς τὸν ὑπὲρ σελήνην τόπον μετὰ τὴν διάλυσιν τῆς τοῦ ἀνθρώπου ζωῆς · καὶ ἀποκληροῦται εἰς τόπον ἀμφιφαῆ, τοῦτ᾿ ἔστιν ἀμφοτέρωθεν φαίνοντα καὶ ὁλολαμπῆ. Ὁ μὲν γὰρ ὑπὸ σελήνην τόπος ἀμφικνεφής ἐστι, τοῦτ᾿ ἔστιν ἀμφοτέρωθεν σκοτεινός. Ὁ δὲ σεληνιακός, ἑτεροφαὴς ἢ ἑτεροκνεφής · τοῦτ᾿ ἔστι · τῷ μὲν ἡμίσει μέρει λάμπων, τῷ δὲ ἡμίσει σκότους μεστός. Καὶ γὰρ καὶ αὐτὴ ἡ σελήνη τοιαυτή ἐστι, τῷ ἡμίσει μέρει πεφωτισμένη καὶ τῷ ἡμίσει ἀφώτιστος. Ὁ δὲ ὑπὲρ τὴν σελήνην τόπος ἀμφιφαής ἐστιν ἢτοι διόλου πεφωτισμένος. Λέγει οὖν τὸ λόγιον ὅτι οὐ μόνον ἡ λογικὴ ψυχὴ ἀποκληροῦται εἰς τὸν ὑπὲρ σελήνην τόπον τὸν ἀμφιφαῆ, ἀλλὰ μερίς ἐστι καὶ τῷ εἰδώλῳ αὐτῆς, ἤτοι τῇ ἀλόγῳ ψυχῇ, εἰς τὸν ἀμφιφαῆ τόπον ἀποκληρωθῆναι, ὅταν διαυγὴς καὶ καθαρὰ ἐξέλθοι τοῦ σώματος.

そして神託は「像にも光輝く場所に入る部分が」あると述べている。つまりこういうことだ。非理性的魂は理性的魂の像だが、生に際して徳により清められると、人間的生から解放された後に、月の上の場所へと上昇する。そして光に満ちた場所へと選び出されるのだが、そこは両側から照らされ、すべてが輝く場所である。というのも、月下の世界はすべてが闇に包まれ、両側とも暗闇となっているからだ。月の世界は、一方は照らされ他方は闇の世界である。つまり半分は光輝き、半分は闇に覆われている。というのも、月もまたそのようなものだからだ。半分は光によって照らされ、もう半分は闇に沈んでいる。一方、月の上の世界は光に溢れている。あるいはすべてが照らし出されている。したがって神託は、単に理性的魂が光に満ちた月の上の場所へと選び出されると述べるにとどまらず、その像である非理性的魂にも、肉体から離れ半透明かつ浄化する際には、光に溢れる場所へと選ばれることに与りうるとも述べているのである。