Παραινεῖ οὖν ἵνα καὶ αὐτὸ τὸ σῶμα, ὅπερ φησὶν ¨ὕλης σκύβαλον¨, πυρὶ θείῳ ἐκδαπανήσωμεν, ἢ ἀπολεπτύναντες ἐς αἰθέρα κουφίσωμεν, ἢ μετεωρισθῶμεν ὑπὸ θεοῦ εἰς τόπον ἄϋλον καὶ ἀσώματον, ἢ ἐνσώματον μὲν αἰθέριον δέ, ἢ οὐράνιον · οὗ δὴ τετύχηκεν ὅ τε Θεσβίτης ῾Ηλίας καὶ πρὸ τούτου ᾿Ενώχ, μετατεθέντες ἀπὸ τῆς ἐνταῦθα ζωῆς καὶ εἰς θειοτέραν λῆξιν ἀποκαταστάντες, καὶ ¨μηδὲ τὸ τῆς ὕλης σκύβαλον¨, ἤτοι τὸ ἑαυτῶν σῶμα, ¨κρημνῷ¨ καταλείψσαντες. Κρημνὸς δέ ἐστιν, ὥσπερ εἰρήκαμεν, ὁ περίγειος τόπος. Τὸ δὲ τοιοῦτον δόγμα εἰ καὶ θαυμάσιόν ἐστι καὶ ὑπερφυές, ἀλλ᾿ οὐκ ἐπὶ τῷ ἡμετέρῳ βουλήματι ἢ δυνάμει ἡ δαπάνη κεῖται τοῦ σώματος καὶ ἡ πρὸς τὸν θειότερον τόπον μετάστασις · μόνης δὲ τῆς θείας ἤρτηται τὸ πρᾶγμα τῆς χάριτος τῆς τῷ ἀπορρήτῳ πυρὶ τὴν ὕλην ἐκδαπανώσης τοῦ σώματος καὶ τὴν ἐμβριθῆ καὶ γεώδη φύσιν ὀχήματι πυρίνῳ μετεωριζούσης εἰς οὐρανόν.
神託は、「質料の残滓」と呼ぶその身体さえも、私たちが神の火で焼き払うよう、あるいはやせ細らせてエーテルほどにまで軽量化するよう、あるいは神により、非質料的・非身体的な場所へ、身体的ではあってもエーテルでできた世界へ、天空へと引き上げてもらうよう忠告を与えている。そこはテスビテ人のエリアがたどり着いた場所であり、それ以前にはエノクが、現世の生からより神的な領域へと移り住んだ場所だ。彼は「質料の残滓」すなわちおのれの身体をも「深淵に」残しはしなかった。深淵とは、上に述べたように、地上の場所のことである。そうした考えがたとえ驚くべきもの、超自然的なものだとしても、身体の焼尽やより神的な場所への移動は、私たちの意志や力にもとづくのではない。そうした行いは神の恩寵にのみに依存するのであり、それは、えもいわれぬ火で身体の物質を焼き払い、重く土のような本性を、炎のような乗り物で天空にまで運び上げるのである。