プセロス「カルデア神託註解」 11

Ἱερὸς δὲ παράδεισος εὐσεβείας κατὰ Χαλδαίους, οὐχ ὃν ἡ τοῦ Μωυσέως βίβλος φησίν, ἀλλ᾿ ὁ λειμὼν τῶν ὑψηλοτέρων θεωριῶν, ἔνθα τὰ ποικίλια τῶν ἀρετῶν δένδρα καὶ τὸ ξύλον τὸ γνωστικὸν καλοῦ καὶ πονηροῦ, τοῦτ᾿ ἔστιν ἠ διακριτικὴ φρόνησις ἡ διαιροῦσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καὶ τὸ ξύλον τῆς ζωῆς, τοῦτ᾿ ἔστι τὸ φυτὸν τῆς θειοτέρας ἐλλάμψως τῆς καρποφορούσης τῇ ψυχῇ ζωὴν ἱεροτέραν καὶ κρείττονα. Ἐν τούτῳ γοῦν τῷ παραδείσῳ καὶ αἱ τέσσαρες γενικώταται τῶν ἀρετῶν ἀρχαὶ δίκην ποταμῶν ῥέουσιν · ἐν τούτῳ τῷ παραδείσῳ καὶ ἀρετὴ καὶ σοφία καὶ εὐνομία φέρονται. Ἔστι δὲ ἀρετή, μία μὲν ἡ γενική, πολλαὶ δὲ αἱ κατ᾿ εἴδη διαιρούμεναι. Σοφία δέ ἐστιν ἡ τούτων ἁπάντων περιεκτική, ἣν ὡς μονάδα ἀόριστον ὁ θεῖος προβάλλεται νοῦς. Τῶν δὲ τοιούτων Χαλδαϊκῶν παραινέσεων τὰ μὲν πλείω καὶ ταῖς καθ᾿ ἡμᾶς εἰσηγήσεσι κατάλληλά πώς εἰσι, τινὰ δὲ καὶ ἠθέτηται. Τοῦ γὰρ καθ᾿ ἡμᾶς δόγματος διαρρήδην φάσκοντες διὰ τὸν ἄνθρωπον τὴν ὁρατὴν γεγενῆσθαι κτίσιν, ὁ Χαλδαῖος τὸν λόγον οὐ παραδέχεται, ἀλλ᾿ αἰδίως τίθεται κινεῖσθαι τὰ κατ᾿ οὐρανόν, ἔργῳ ἀνάγκης καὶ οὐχ ἕνεκεν ἡμῶν.

カルデア人における信仰の聖なる楽園は、モーセの書が語る楽園ではなく、至高の観想の草原である。そこでは、徳に彩られた様々な色の木々のほか、善悪を知るための木、つまりより優れたものとより劣ったものとを見分ける分別的洞察、さらには生命の木、つまり魂により崇高で優れた生命の実をもたらす神の光の植物がある。いずれにしてもその楽園では、徳の四つの基本原理が川のように流れている。その楽園には、徳、賢慮、良き秩序が芽吹く。徳は、類としては一つながら、種においては分かれて多となる。賢慮はそのすべてを包み込み、それは神の知性がもたらした無定型のモナドのごとしである。カルデア神託が説くものの大半は、そのまま私たちの助言にも対応するが、なかには斥けられたものもある。というのも、私たちの(キリスト教)教義では、眼に見える被造物は人間のために創られたと明示されているのに対して、カルデア人はその説明を受け入れず、天空の下にあるものは必然の作用により永劫にわたり動き続け、私たちのためにあるのではないとしているからだ。