プセロス「カルデア神託註解」 21

Ἡνίκα δὲ βλέψῃς μορφῆς ἄτερ εὐΐερον πῦρ
λαμπόμενον σκιρτηδὸν ὅλου κατὰ βένθεα κόσμου,
κλῦθι πυρὸς φωνήν.

Περὶ τοῦ ὁρωμένου πολλοῖς τῶν ἀνθρώπων θείου φωτὸς τὸ λόγιον διέξεισιν ὡς, εἰ μὲν ἐν σχήματι καὶ μορφῇ θεῷτό τις τὸ τοιοῦτον φῶς, μηκέτι τούτῳ προσοχέτω τὸν νοῦν, μηδὲ τὴν ἐκεῖθεν πεμπομένην φωνὴν ἀληθῆ νομισάτω. Εἰ δὲ ἴδοι τοῦτο ἀσχημάτιστον καὶ ἀμορφωτον, ἀνεξαπάτητος ἔσται· καὶ ὅπερ ἂν ἐκεῖθεν ἐνωτισθείη, ἀληθής ἐστιν ἄντικρυς. Εὐΐερον δὲ τὸ τοιοῦτον πῦρ ὀνομάζεται, ὡς ἐν καλῷ τοῖς ἱερατικοῖς ἄνδρασιν ὁρώμενον καὶ ¨σκιρτηδὸν¨ προφαινόμενον, ἤτοι ἱλαρῶς καὶ χαριέντως, κατὰ τὰ βάθη τοῦ κοσμοῦ.

「聖なる火が形をともなわずに輝き、
世界全体の奥底で跳ね回るのを見たら、
その声に耳を傾けよ」

多くの人々が目にする神の火について、神託は次のように語っている。もしなんらかの火が、姿や形をともなって見られたなら、もうそれに意識を向けてはならないし、そこから発せられる声を真理と見なしてはならない。だがもしそれが姿や形をともなっていなかったら、それが偽りでないことは確かだろう。また、そこから聞こえる声は、まさしく真のものである。そのような火が聖なる火と呼ばれるのは、それが特に聖職者によって目撃され、しかも世界の奥底で「跳ね回る」ように、つまり楽しげにかつ喜ばしげに現れるからである。