プセロス「カルデア神託註解」 22

… Μὴ φύσεως καλέσῃς αὔτοπτον ἄγαλμα.

Αὐτοψία ἐστίν, ὅταν αὐτὸς ὁ τελούμενος τὰ θεῖα φῶτα ὁρᾷ. Εἰ δὲ οὗτος μὲν οὐδὲν ὁρῴη, ὁ δὲ τὴν τελετὴν διατιθέμενος αὐτοπτεῖ τὸ φαινόμενον, ἐποπτεία τοῦτο πρὸς τὸν τελούμενον λέγεταί. Δεῖ δὲ τὸ καλούμενον ἄγαλμα ἐν ταῖς τελεταῖς νοητὸν εἶναι καὶ σώματος παντάπασι χωριστὸν. Τὸ δὲ τῆς φύσεως μόρφωμα οὐκ ἔστι παντάπασι νοητόν· ἡ γὰρ φύσις σωμάτων ἐστὶν ὡς ἐπὶ τὸ πλεῖστον διοικητικὴ δύναμις· ¨μὴ¨ οὖν ¨καλέσῃς¨, φησίν, ἐν ταῖς τελεταῖς ¨φύσεως αὔτοπτον ἄγαλμα¨· ἐπάξει γάρ σοι μεθ᾿ ἑαυτοῦ φυσικῶν δαιμονίων μόνον πληθύν.

「(……)自然の直視の像を呼び出してはならない」

直視とは、秘儀を授かる者みずからが神の光を見るときのことをいう。もしその者がまったく見ず、一方で秘儀の儀式を執り行う者がその顕現を直視するのであれば、それは秘儀を授かる者に対する秘儀の最高の段階であると言われる。秘儀の儀式における像と呼ばれるものは、知的に理解され、あらゆる物体から分離していなくてはならない。自然の形状はまったくもって知的に理解されるものではない。なぜなら、自然は物体を司る最上の力としてあるからだ。「自然の直視の像を」秘儀の儀式において「呼び出してはならない」と述べているのは、それではみずから自然のダイモンを多数連れ出してしまうことになるからである。

Ἡ φύσις πείθει πιστεύειν εἶναι τοὺς δαίμονας ἁγνούς,
καὶ τὰ κακῆς ὕλης βλαστήματα χρηστὰ καὶ εσθλά.

Οὐχ ὅτι αὐτὴ πείθει τοῦτο, ἀλλ᾿ ὅτι κληθείσης πρὸ τῆς παρουσίας αὐτῆς πολὺς ἐπιρρεῖ δαιμόνων χορός, καὶ πολυειδεῖς προφαίνονται μορφαὶ διαμονιώδεις, ἀπὸ πάντων μὲν τῶν στοιχείων ἀνεγειρόμεναι, ἀπὸ πάντων δὲ τῶν μερῶν τοῦ σεληναίου κόσμου συγκείμεναί τε καὶ μεριζόμεναι· καὶ ἱλαραὶ καὶ χαρίεσσαι πολλάκις φαινόμεναι, φαντασίαν τινὸς ἀγαθότητος πρὸς τὸν τελούμενον ὑποκρίνονται.

「自然は、ダイモンが純粋であると信じよと諭してくる
そして悪しき質料の芽は有用かつ有効であると」

これは、自然がそれを諭すというのではなく、自然が発現する以前にそれを呼び出すと、多数のダイモンの一団が群れをなすことになり、様々な形のダイモンの力が示されてしまうということである。そうした力はあらゆる元素から集められ、月下世界のあらゆる部分から形成され、また分割される。楽しげに、また愛らしく見えるそうした力は、秘儀を授かる者に対して、見るからに善きものであるふりをするのである。