2005年04月02日

講読用原文1

ΣΤΟΙΧΕΙΩΣΙΣ ΘΕΟΛΟΓΙΚΗ.

(1.)  Πᾶν πλῆθος μετέχει πῃ τοῦ ἑνός.
εἰ γὰρ μηδαμῇ μετέχοι, οὔτε τὸ ὅλον ἓν ἔσται οὔθ’ ἕκαστον τῶν
πολλῶν ἐξ ὧν τὸ πλῆθος, ἀλλ’ ἔσται καὶ ἐκείνων ἕκαστον πλῆθος,
καὶ τοῦτο εἰς ἄπειρον, καὶ τῶν ἀπείρων τούτων ἕκαστον ἔσται
πάλιν πλῆθος ἄπειρον. μηδενὸς γὰρ ἑνὸς μηδαμῇ μετέχον
μήτε καθ’ ὅλον ἑαυτὸ μήτε καθ’ ἕκαστον τῶν ἐν αὐτῷ, πάντῃ
ἄπειρον ἔσται καὶ κατὰ πᾶν. τῶν γὰρ πολλῶν ἕκαστον, ὅπερ
ἂν λάβῃς, ἤτοι ἓν ἔσται ἢ οὐχ ἕν· καὶ εἰ οὐχ ἕν, ἤτοι πολλὰ ἢ
οὐδέν. ἀλλ’ εἰ μὲν ἕκαστον οὐδέν, καὶ τὸ ἐκ τούτων οὐδέν· εἰ δὲ
πολλά, ἐξ ἀπειράκις ἀπείρων ἕκαστον. ταῦτα δὲ ἀδύνατα.
οὔτε γὰρ ἐξ ἀπειράκις ἀπείρων ἐστί τι τῶν ὄντων (τοῦ γὰρ
ἀπείρου πλέον οὐκ ἔστι, τὸ δὲ ἐκ πάντων ἑκάστου πλέον )οὔτε ἐκ
τοῦ μηδενὸς συντίθεσθαί τι δυνατόν. πᾶν ἄρα πλῆθος μετέχει
πῃ τοῦ ἑνός.

(2.)  Πᾶν τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν.
   εἰ γὰρ μὴ ἔστιν αὐτοέν (μετέχει γὰρ τοῦ ἑνὸς ἄλλο τι ὂν
παρὰ τὸ ἕν ), πέπονθε τὸ ἓν κατὰ τὴν μέθεξιν καὶ ὑπέμεινεν ἓν
γενέσθαι. εἰ μὲν οὖν μηδέν ἐστι παρὰ τὸ ἕν, μόνον ἐστὶν ἕν·
καὶ οὐ μεθέξει τοῦ ἑνός, ἀλλ’ αὐτοὲν ἔσται. εἰ δ’ ἐστί τι παρ’ (5)
ἐκεῖνο, ὃ μὴ ἔστιν ἕν, [τὸ μετέχον τοῦ ἑνὸς καὶ οὐχ ἕν ἐστι καὶ
ἕν, οὐχ ὅπερ ἓν ἀλλ’ ἓν ὄν, ὡς μετέχον τοῦ ἑνός ]τούτῳ ἄρα οὐχ
ἕν ἐστιν, οὐδ’ ὅπερ ἕν· ἓν δὲ ὂν ἅμα καὶ μετέχον τοῦ ἑνός, καὶ διὰ
τοῦτο οὐχ ἓν καθ’ αὑτὸ ὑπάρχον, ἕν ἐστι καὶ οὐχ ἕν, παρὰ τὸ
ἓν ἄλλο τι ὄν· ᾧ μὲν ἐπλεόνασεν, οὐχ ἕν· ᾧ δὲ πέπονθεν, ἕν. (10)
πᾶν ἄρα τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν.

投稿者 Masaki : 2005年04月02日 07:43