2005年04月30日

講読用原文3

(5.)  Πᾶν πλῆθος δεύτερόν ἐστι τοῦ ἑνός.
   εἰ γὰρ ἔστι πλῆθος πρὸ τοῦ ἑνός, τὸ μὲν ἓν μεθέξει τοῦ
πλήθους, τὸ δὲ πλῆθος τὸ πρὸ τοῦ ἑνὸς οὐ μεθέξει τοῦ ἑνός,
εἴπερ, πρὶν γένηται ἕν, ἐστὶν ἐκεῖνο πλῆθος· τοῦ γὰρ μὴ ὄντος
οὐ μετέχει· καὶ διότι τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστιν ἅμα καὶ (5)
οὐχ ἕν, οὔπω δ’ ὑπέστη ἕν, τοῦ πρώτου πλήθους ὄντος. ἀλλ’
ἀδύνατον εἶναί τι πλῆθος μηδαμῇ ἑνὸς μετέχον. οὐκ ἄρα πρὸ
τοῦ ἑνὸς τὸ πλῆθος.

   εἰ δὲ δὴ ἅμα τῷ ἑνί, καὶ σύστοιχα ἀλλήλοις τῇ φύσει
(χρόνῳ γὰρ οὐδὲν κωλύει ), οὔτε τὸ ἓν καθ’ αὑτὸ πολλά ἐστιν
οὔτε τὸ πλῆθος ἕν, ὡς ἀντιδιῃρημένα ἅμα ὄντα τῇ φύσει εἴπερ
μηδέτερον θατέρου πρότερον ἢ ὕστερον. τὸ οὖν πλῆθος καθ’
αὑτὸ οὐχ ἓν ἔσται, καὶ ἕκαστον τῶν ἐν αὐτῷ οὐχ ἕν, καὶ τοῦτο
εἰς ἄπειρον· ὅπερ ἀδύνατον. μετέχει ἄρα τοῦ ἑνὸς κατὰ τὴν
ἑαυτοῦ φύσιν, καὶ οὐδὲν ἔσται αὐτοῦ λαβεῖν ὃ μὴ ἔστιν ἕν· μὴ
ἓν γὰρ ὄν, ἐξ ἀπείρων ἄπειρον ἔσται, ὡς δέδεικται. πάντῃ ἄρα
μετέχει τοῦ ἑνός.

   εἰ μὲν οὖν τὸ ἕν, τὸ καθ’ αὑτὸ ἓν ὄν, μηδαμῇ μετέχει πλήθους,
ἔσται τὸ πλῆθος πάντῃ τοῦ ἑνὸς ὕστερον, μετέχον μὲν τοῦ ἑνός,
οὐ μετεχόμενον δὲ ὑπὸ τοῦ ἑνός.

投稿者 Masaki : 2005年04月30日 22:46