2005年05月14日

講読用原文4

   εἰ δὲ καὶ τὸ ἓν μετέχει πλήθους, κατὰ μὲν τὴν ὕπαρξιν ὡς
ἓν ὑφεστός, κατὰ δὲ τὴν μέθεξιν οὐχ ἕν, πεπληθυσμένον ἔσται
τὸ ἕν, ὥσπερ τὸ πλῆθος ἡνωμένον διὰ τὸ ἕν. κεκοινώνηκεν
ἄρα τό τε ἓν τῷ πλήθει καὶ τὸ πλῆθος τῷ ἑνί· τὰ δὲ συνιόντα
καὶ κοινωνοῦντά πῃ ἀλλήλοις εἰ μὲν ὑπ’ ἄλλου συνάγεται,
ἐκεῖνο πρὸ αὐτῶν ἐστιν, εἰ δὲ αὐτὰ συνάγει ἑαυτά, οὐκ ἀντί‑
κειται ἀλλήλοις· ἀντικείμενα γὰρ οὐ σπεύδει εἰς ἄλληλα. εἰ οὖν
τὸ ἓν καὶ τὸ πλῆθος ἀντιδιῄρηται, καὶ τὸ πλῆθος ᾗ πλῆθος οὐχ
ἕν, καὶ τὸ ἓν ᾗ ἓν οὐ πλῆθος, οὐδέτερον ἐν θατέρῳ γενόμενον,
ἓν ἅμα καὶ δύο ἔσται. ἀλλὰ μὴν εἰ ἔσται τι πρὸ αὐτῶν τὸ συν‑
άγον, ἢ ἕν ἐστιν ἢ οὐχ ἕν. ἀλλ’ εἰ οὐχ ἕν, ἢ πολλὰ ἢ οὐδέν.
οὔτε δὲ πολλά, ἵνα μὴ πλῆθος ᾖ πρὸ ἑνός· οὔτε οὐδέν· πῶς
γὰρ συνάξει τὸ οὐδέν; ἓν ἄρα μόνον· οὐ γὰρ δὴ καὶ τοῦτο τὸ
ἓν πολλά, ἵνα μὴ εἰς ἄπειρον. ἔστιν ἄρα τὸ αὐτοέν· καὶ πᾶν
πλῆθος ἀπὸ τοῦ αὐτοενός.

(6.)  Πᾶν πλῆθος ἢ ἐξ ἡνωμένων ἐστὶν ἢ ἐξ ἑνάδων.
   ἕκαστον γὰρ τῶν πολλῶν ὅτι μὲν οὐκ ἔσται καὶ αὐτὸ πλῆθος
μόνον καὶ τούτου πάλιν ἕκαστον πλῆθος, δῆλον. εἰ δὲ μὴ ἔστι
πλῆθος μόνον, ἤτοι ἡνωμένον ἐστὶν ἢ ἑνάς. καὶ εἰ μὲν μετέχον
τοῦ ἑνός, ἡνωμένον· εἰ δὲ ἐξ ὧν τὸ πρώτως ἡνωμένον, ἑνάς. εἰ
γὰρ ἔστι τὸ αὐτοέν, ἔστι τὸ πρώτως αὐτοῦ μετέχον καὶ πρώτως
ἡνωμένον. τοῦτο δὲ ἐξ ἑνάδων· εἰ γὰρ ἐξ ἡνωμένων, πάλιν τὰ
ἡνωμένα ἔκ τινων, καὶ εἰς ἄπειρον. δεῖ δὴ εἶναι τὸ πρώτως ἡνω‑
μένον ἐξ ἑνάδων· καὶ εὕρομεν τὸ ἐξ ἀρχῆς.

投稿者 Masaki : 2005年05月14日 11:39