2005年05月28日

講読用原文5

(7.)  Πᾶν τὸ παρακτικὸν ἄλλου κρεῖττόν ἐστι τῆς τοῦ παραγο‑
μένου φύσεως.

  ἤτοι γὰρ κρεῖττόν ἐστιν ἢ χεῖρον ἢ ἴσον.

   ἔστω πρότερον ἴσον. τὸ τοίνυν ἀπὸ τούτου παραγόμενον ἢ
δύναμιν ἔχει καὶ αὐτὸ παρακτικὴν ἄλλου τινὸς ἢ ἄγονον ὑπάρχει
παντελῶς. ἀλλ’ εἰ μὲν ἄγονον εἴη, κατ’ αὐτὸ τοῦτο τοῦ παρ‑
άγοντος ἠλάττωται, καὶ ἔστιν ἄνισον ἐκείνῳ, γονίμῳ ὄντι καὶ
δύναμιν ἔχοντι τοῦ ποιεῖν, ἀδρανὲς ὄν. εἰ δὲ καὶ αὐτὸ παρακτι‑
κόν ἐστιν ἄλλων, ἢ καὶ αὐτὸ ἴσον ἑαυτῷ παράγει, καὶ τοῦτο
ὡσαύτως ἐπὶ πάντων, καὶ ἔσται τὰ ὄντα πάντα ἴσα ἀλλήλοις
καὶ οὐδὲν ἄλλο ἄλλου κρεῖττον, ἀεὶ τοῦ παράγοντος ἴσον ἑαυτῷ
τὸ ἐφεξῆς ὑφιστάντος· ἢ ἄνισον, καὶ οὐκέτ’ ἂν ἴσον εἴη τῷ αὐτὸ
παράγοντι· δυνάμεων γὰρ ἴσων ἐστὶ τὸ τὰ ἴσα ποιεῖν· τὰ δ’ ἐκ
τούτων ἄνισα ἀλλήλοις, εἴπερ τὸ μὲν παράγον τῷ πρὸ αὐτοῦ
ἴσον, αὐτῷ δὲ τὸ μετ’ αὐτὸ ἄνισον. οὐκ ἄρα ἴσον εἶναι δεῖ τῷ
παράγοντι τὸ παραγόμενον.

   ἀλλὰ μὴν οὐδ’ ἔλαττον ἔσται ποτὲ τὸ παράγον. εἰ γὰρ
αὐτὸ τὴν οὐσίαν τῷ παραγομένῳ δίδωσιν, αὐτὸ καὶ τὴν δύναμιν
αὐτῷ χορηγεῖ κατὰ τὴν οὐσίαν. εἰ δὲ αὐτὸ παρακτικόν ἐστι
τῆς δυνάμεως τῷ μετ’ αὐτὸ πάσης, κἂν ἑαυτὸ δύναιτο ποιεῖν
τοιοῦτον, οἷον ἐκεῖνο. εἰ δὲ τοῦτο, καὶ ποιήσειεν ἂν ἑαυτὸ
δυνατώτερον. οὔτε γὰρ τὸ μὴ δύνασθαι κωλύει, παρούσης τῆς
ποιητικῆς δυνάμεως· οὔτε τὸ μὴ βούλεσθαι, πάντα γὰρ τοῦ
ἀγαθοῦ ὀρέγεται κατὰ φύσιν· ὥστε εἰ ἄλλο δύναται τελειότερον
ἀπεργάσασθαι, κἂν ἑαυτὸ πρὸ τοῦ μετ’ αὐτὸ τελειώσειεν.
 
  οὔτε ἴσον ἄρα τῷ παράγοντι τὸ παραγόμενόν ἐστιν οὔτε
κρεῖττον. πάντῃ ἄρα τὸ παράγον κρεῖττον τῆς τοῦ παραγο‑
μένου φύσεως.

投稿者 Masaki : 2005年05月28日 15:46