2005年06月11日

講読用原文6

(8.)  Πάντων τῶν ὁπωσοῦν τοῦ ἀγαθοῦ μετεχόντων ἡγεῖται τὸ
πρώτως ἀγαθὸν καὶ ὃ μηδέν ἐστιν ἄλλο ἢ ἀγαθόν.

   εἰ γὰρ πάντα τὰ ὄντα τοῦ ἀγαθοῦ ἐφίεται, δῆλον ὅτι τὸ
πρώτως ἀγαθὸν ἐπέκεινά ἐστι τῶν ὄντων. εἰ γὰρ ταὐτόν τινι
τῶν ὄντων, ἢ ταὐτόν ἐστιν ὂν καὶ τἀγαθόν, καὶ τοῦτο τὸ ὂν (5)
οὐκέτι ἂν ἐφιέμενον εἴη τοῦ ἀγαθοῦ, αὐτὸ τἀγαθὸν ὑπάρχον· τὸ @1
γὰρ ὀρεγόμενόν του ἐνδεές ἐστιν οὗ ὀρέγεται, καὶ τοῦ ὀρεκτοῦ
[ἕτερον καὶ ]ἀπεξενωμένον· ἢ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο· καὶ τὸ
μὲν μεθέξει, τὸ ὄν, τὸ δὲ ἔσται μετεχόμενον ἐν τούτῳ, τὸ ἀγαθόν.
τὶ ἄρα ἀγαθόν ἐστιν, ἐν τινὶ τῶν μετεχόντων ὄν, καὶ οὗ τὸ (10)
μετασχὸν ἐφίεται μόνον, ἀλλ’ οὐ τὸ ἁπλῶς ἀγαθὸν καὶ οὗ πάντα
τὰ ὄντα ἐφίεται. τοῦτο μὲν γὰρ κοινὸν πάντων ἐστὶ τῶν ὄντων
ἐφετόν· τὸ δὲ ἐν τινὶ γενόμενον ἐκείνου μόνον ἐστὶ τοῦ μετα‑
σχόντος.

   τὸ ἄρα πρώτως ἀγαθὸν οὐδὲν ἄλλο ἐστὶν ἢ ἀγαθόν. ἂν γάρ (15)
τι ἄλλο προσθῇς, ἠλάττωσας τῇ προσθέσει τὸ ἀγαθόν, τὶ
ἀγαθὸν ποιήσας ἀντὶ τοῦ ἀγαθοῦ τοῦ ἁπλῶς· τὸ γὰρ προστεθέν,
οὐκ ὂν τὸ ἀγαθὸν ἀλλ’ ἔλαττον ἢ ἐκεῖνο, τῇ ἑαυτοῦ συνουσίᾳ τὸ
ἀγαθὸν ἠλάττωσεν.

投稿者 Masaki : 2005年06月11日 11:04