2005年06月25日

講読用原文7

(9.)  Πᾶν τὸ αὔταρκες ἢ κατ’ οὐσίαν ἢ κατ’ ἐνέργειαν κρεῖττόν
ἐστι τοῦ μὴ αὐτάρκους ἀλλ’ εἰς ἄλλην οὐσίαν ἀνηρτημένου τὴν
τῆς τελειότητος αἰτίαν.
   εἰ γὰρ ἅπαντα τὰ ὄντα τοῦ ἀγαθοῦ κατὰ φύσιν ὀρέγεται, καὶ
τὸ μὲν ἑαυτῷ παρεκτικόν ἐστι τοῦ εὖ, τὸ δὲ ἐπιδεὲς ἄλλου, καὶ
τὸ μὲν παροῦσαν ἔχει τὴν τοῦ ἀγαθοῦ αἰτίαν, τὸ δὲ χωρὶς
οὖσαν, ὅσῳ δὴ οὖν ἐγγυτέρω τοῦτο τῆς τὸ ὀρεκτὸν χορηγούσης,
τοσούτῳ κρεῖττον ἂν εἴη τοῦ τῆς κεχωρισμένης αἰτίας ἐνδεοῦς
ὄντος καὶ ἀλλαχόθεν ὑποδεχομένου τὴν τελειότητα τῆς ὑπάρξεως
ἢ τῆς ἐνεργείας. ἐπεὶ οὖν [ὅτι καὶ ὅμοιον καὶ ἠλαττωμένον ]καὶ
ὁμοιότερόν ἐστιν αὐτῷ τῷ ἀγαθῷ τὸ αὔταρκες καὶ ἠλαττωμένον
τῷ μετέχειν τοῦ ἀγαθοῦ καὶ μὴ αὐτὸ εἶναι τὸ ἀγαθὸν πρώτως,
συγγενές πώς ἐστιν ἐκείνῳ, καθόσον παρ’ ἑαυτοῦ δύναται τὸ
ἀγαθὸν ἔχειν· τὸ δὲ μετέχον καὶ δι’ ἄλλου μετέχον μειζόνως
ἀφέστηκε τοῦ πρώτως ἀγαθοῦ καὶ ὃ μηδέν ἐστιν ἄλλο ἢ ἀγαθόν.

(10.)  Πᾶν τὸ αὔταρκες τοῦ ἁπλῶς ἀγαθοῦ καταδεέστερόν
ἐστι.
   τί γάρ ἐστιν ἄλλο τὸ αὔταρκες ἢ τὸ παρ’ ἑαυτοῦ καὶ ἐν
ἑαυτῷ τὸ ἀγαθὸν κεκτημένον; τοῦτο δὲ ἤδη πλῆρές ἐστι τοῦ
ἀγαθοῦ καὶ μετέχον, ἀλλ’ οὐχὶ αὐτὸ τὸ ἁπλῶς ἀγαθόν. ἐκεῖνο
γὰρ καὶ τοῦ μετέχειν καὶ τοῦ πλῆρες εἶναι κρεῖττον, ὡς δέδει‑
κται. εἰ οὖν τὸ αὔταρκες πεπλήρωκεν ἑαυτὸ τοῦ ἀγαθοῦ, τὸ ἀφ’
οὗ πεπλήρωκεν ἑαυτὸ κρεῖττον ἂν εἴη τοῦ αὐτάρκους καὶ ὑπὲρ
αὐτάρκειαν. καὶ οὔτε ἐνδεές τινος τὸ ἁπλῶς ἀγαθόν. οὐ γὰρ
ἐφίεται ἄλλου (εἴη γὰρ ἂν ἐλλιπὲς ἀγαθοῦ κατὰ τὴν ἔφεσιν )·
οὔτε αὔταρκες· εἴη γὰρ ἂν πλῆρες ἀγαθοῦ, καὶ οὐ τἀγαθὸν
πρώτως.

投稿者 Masaki : 2005年06月25日 10:51