2005年07月16日

講読用原文8

(11.)  Πάντα τὰ ὄντα πρόεισιν ἀπὸ μιᾶς αἰτίας, τῆς πρώτης.
   ἢ γὰρ οὐδενός ἐστιν αἰτία τῶν ὄντων, ἢ κύκλῳ τὰ αἴτια
πεπερασμένων τῶν πάντων, ἢ ἐπ’ ἄπειρον ἡ ἄνοδος καὶ ἄλλο
ἄλλου αἴτιον καὶ οὐδαμοῦ στήσεται ἡ τῆς αἰτίας προϋπόστασις.
   ἀλλ’ εἰ μὲν μηδενὸς εἴη τῶν ὄντων αἰτία, οὔτε τάξις ἔσται
δευτέρων καὶ πρώτων, τελειούντων καὶ τελειουμένων, κοσμούν‑
των καὶ κοσμουμένων, γεννώντων καὶ γεννωμένων, ποιούντων
καὶ πασχόντων· οὔτε ἐπιστήμη τῶν ὄντων οὐδενός. ἡ γὰρ τῶν
αἰτίων γνῶσις ἐπιστήμης ἐστὶν ἔργον, καὶ τότε λέγομεν ἐπίστα‑
σθαι ὅταν τὰ αἴτια γνωρίσωμεν τῶν ὄντων.

   εἰ δὲ κύκλῳ περίεισι τὰ αἴτια, τὰ αὐτὰ πρότερα ἔσται καὶ
ὕστερα, δυνατώτερά τε καὶ ἀσθενέστερα· πᾶν γὰρ τὸ παράγον
κρεῖττόν ἐστι τῆς τοῦ παραγομένου φύσεως. διαφέρει δὲ οὐδὲν
τὸ διὰ πλειόνων ἢ δι’ ἐλαττόνων μέσων συνάπτειν τῷ αἰτιατῷ
τὸ αἴτιον καὶ ποιεῖν ἀπ’ ἐκείνου· καὶ γὰρ τῶν μεταξὺ πάντων
ἔσται κρεῖττον ὧν ἐστιν αἴτιον, καὶ ὅσῳ ἂν πλείω τὰ μέσα,
τοσούτῳ μειζόνως αἴτιον.

   εἰ δ’ ἐπ’ ἄπειρον ἡ τῶν αἰτίων πρόσθεσις, καὶ ἄλλο πρὸ
ἄλλου ἀεί, πάλιν οὐδενὸς ἐπιστήμη ἔσται. τῶν γὰρ ἀπείρων
οὐδενός ἐστι γνῶσις· τῶν δὲ αἰτίων ἀγνοουμένων οὐδὲ τῶν ἑξῆς
ἐπιστήμη ἔσται.
   εἰ οὖν καὶ αἰτίαν εἶναι δεῖ τῶν ὄντων, καὶ διώρισται τὰ αἴτια
τῶν αἰτιατῶν, καὶ οὐκ εἰς ἄπειρον ἡ ἄνοδος, ἔστιν αἰτία πρώτη
τῶν ὄντων ἀφ’ ἧς οἷον ἐκ ῥίζης πρόεισιν ἕκαστα, τὰ μὲν ἐγγὺς
ὄντα ἐκείνης, τὰ δὲ πορρώτερον· ὅτι γὰρ μίαν εἶναι δεῖ τὴν
ἀρχήν, δέδεικται, διότι πᾶν πλῆθος δεύτερον ὑφέστηκε τοῦ
ἑνός.

投稿者 Masaki : 2005年07月16日 17:08