2005年08月06日

講読用原文9

(12.)  Πάντων τῶν ὄντων ἀρχὴ καὶ αἰτία πρωτίστη τὸ ἀγαθόν
ἐστιν.
   εἰ γὰρ ἀπὸ μιᾶς αἰτίας πάντα πρόεισιν, ἐκείνην τὴν αἰτίαν
ἢ τἀγαθὸν χρὴ λέγειν ἢ τἀγαθοῦ κρεῖττον. ἀλλ’ εἰ μὲν κρείτ‑
των ἐκείνη τοῦ ἀγαθοῦ, πότερον ἥκει τι καὶ ἀπ’ ἐκείνης εἰς τὰ
ὄντα καὶ τὴν φύσιν τῶν ὄντων, ἢ οὐδέν; καὶ εἰ μὲν μηδέν,
ἄτοπον· οὐ γὰρ ἂν ἔτι φυλάττοιμεν αὐτὴν ἐν αἰτίας τάξει, δέον
πανταχοῦ παρεῖναί τι τοῖς αἰτιατοῖς ἐκ τῆς αἰτίας, καὶ διαφερόν‑
τως ἐκ τῆς πρωτίστης, ἧς πάντα ἐξήρτηται καὶ δι’ ἣν ἔστιν
ἕκαστα τῶν ὄντων. εἰ δέ ἐστι μετουσία κἀκείνης τοῖς οὖσιν,
ὥσπερ καὶ τἀγαθοῦ, ἔσται τι τῆς ἀγαθότητος κρεῖττον ἐν τοῖς
οὖσιν, ἐφῆκον ἀπὸ τῆς πρωτίστης αἰτίας· οὐ γάρ που, κρείττων
οὖσα καὶ ὑπὲρ τἀγαθόν, καταδεέστερόν τι δίδωσι τοῖς δευτέροις
ὧν τὸ μετ’ αὐτὴν δίδωσι. καὶ τί ἂν γένοιτο τῆς ἀγαθότητος
κρεῖττον; ἐπεὶ καὶ αὐτὸ τὸ κρεῖττον τὸ μειζόνως ἀγαθοῦ μετ‑
ειληφὸς εἶναι λέγομεν. εἰ οὖν οὐδὲ κρεῖττον ἂν λέγοιτο τὸ μὴ
ἀγαθόν, τοῦ ἀγαθοῦ πάντως δεύτερον.

   εἰ δὲ καὶ τὰ ὄντα πάντα τοῦ ἀγαθοῦ ἐφίεται, πῶς ἔτι πρὸ
τῆς αἰτίας ταύτης εἶναί τι δυνατόν; εἴτε γὰρ ἐφίεται κἀκείνου,
πῶς τοῦ ἀγαθοῦ μάλιστα; εἴτε μὴ ἐφίεται, πῶς τῆς πάντων
αἰτίας οὐκ ἐφίεται, προελθόντα ἀπ’ αὐτῆς;
   εἰ δὲ τἀγαθόν ἐστιν ἀφ’ οὗ πάντα ἐξήρτηται τὰ ὄντα, ἀρχὴ
καὶ αἰτία πρωτίστη τῶν πάντων ἐστὶ τἀγαθόν.

投稿者 Masaki : 2005年08月06日 09:11