2005年08月27日

講読用原文10

(13.)  Πᾶν ἀγαθὸν ἑνωτικόν ἐστι τῶν μετεχόντων αὐτοῦ, καὶ
πᾶσα ἕνωσις ἀγαθόν, καὶ τἀγαθὸν τῷ ἑνὶ ταὐτόν.
   εἰ γὰρ τὸ ἀγαθόν ἐστι σωστικὸν τῶν ὄντων ἁπάντων (διὸ
καὶ ἐφετὸν ὑπάρχει πᾶσι ), τὸ δὲ σωστικὸν καὶ συνεκτικὸν
τῆς ἑκάστων οὐσίας ἐστὶ τὸ ἕν (τῷ γὰρ ἑνὶ σώζεται πάντα,
καὶ ὁ σκεδασμὸς ἕκαστον ἐξίστησι τῆς οὐσίας ), τὸ ἀγαθόν,
οἷς ἂν παρῇ, ταῦτα ἓν ἀπεργάζεται καὶ συνέχει κατὰ τὴν
ἕνωσιν.
   καὶ εἰ τὸ ἓν συναγωγόν ἐστι καὶ συνεκτικὸν τῶν ὄντων,
ἕκαστον τελειοῖ κατὰ τὴν ἑαυτοῦ παρουσίαν. καὶ ἀγαθὸν ἄρα
ταύτῃ ἐστὶ τὸ ἡνῶσθαι πᾶσιν.
   εἰ δὲ καὶ ἡ ἕνωσις ἀγαθὸν καθ’ αὑτὸ καὶ τὸ ἀγαθὸν ἑνοποιόν,
τὸ ἁπλῶς ἀγαθὸν καὶ τὸ ἁπλῶς ἓν ταὐτόν, ἑνίζον τε ἅμα καὶ
ἀγαθῦνον τὰ ὄντα. ὅθεν δὴ καὶ τὰ τοῦ ἀγαθοῦ τρόπον τινὰ
ἀποπεσόντα καὶ τῆς τοῦ ἑνὸς ἅμα στέρεται μεθέξεως· καὶ τὰ
τοῦ ἑνὸς ἄμοιρα γενόμενα, διαστάσεως ἀναπιμπλάμενα, καὶ τοῦ
ἀγαθοῦ στέρεται κατὰ τὸν αὐτὸν τρόπον.
   ἔστιν ἄρα καὶ ἡ ἀγαθότης ἕνωσις, καὶ ἡ ἕνωσις ἀγαθότης,
καὶ τὸ ἀγαθὸν ἕν, καὶ τὸ ἓν πρώτως ἀγαθόν.

投稿者 Masaki : 2005年08月27日 12:56