2005年12月03日

講読用原文17

(47.)  Πᾶν τὸ αὐθυπόστατον ἀμερές ἐστι καὶ ἁπλοῦν.
   εἰ γὰρ μεριστόν, αὐθυπόστατον ὄν, ὑποστήσει μεριστὸν ἑαυτό,
καὶ ὅλον αὐτὸ στραφήσεται πρὸς ἑαυτὸ καὶ πᾶν ἐν παντὶ ἑαυτῷ
ἔσται. τοῦτο δὲ ἀδύνατον. ἀμερὲς ἄρα τὸ αὐθυπόστατον.
   ἀλλὰ μὴν καὶ ἁπλοῦν. εἰ γὰρ σύνθετον, τὸ μὲν χεῖρον ἔσται
ἐν αὐτῷ, τὸ δὲ βέλτιον, καὶ τό τε βέλτιον ἐκ τοῦ χείρονος ἔσται
καὶ τὸ χεῖρον ἐκ τοῦ βελτίονος, εἴπερ ὅλον ἀφ’ ὅλου ἑαυτοῦ
πρόεισιν· ἔτι δὲ οὐκ αὔταρκες, προσδεὲς ὂν τῶν ἑαυτοῦ στοι-
χείων, ἐξ ὧν ὑφέστηκεν. ἁπλοῦν ἄρα ἐστὶ πᾶν ὅπερ ἂν
αὐθυπόστατον ᾖ.

投稿者 Masaki : 2005年12月03日 08:10