プセロス「カルデア神託註解」 7

Τινὲς δὲ ἁπλούστερον ἐξηγήσαντο τὸ παρὸν λόγιον · ¨μὴ ἐξάξῃς¨ γὰρ, φησίν, ¨ἵνα μὴ ἐξίῃ ἔχουσά τι¨ · τοῦτ᾿ ἔστι · μὴ προανέλῃς σαυτὸν τοῦ φυσικοῦ θανάτου, κἂν πάνυ πεφιλοσόφηκας · οὔτω γὰρ τῆς τελεωτάτης καθάρσεως ἔτυχες. Ἔνθεν καὶ ἀφιπταμένη ἡ ψυχὴ τοῦ σώματος διὰ τῆς τοιαύτης ἐξαγωγῆς ἔχουσά τι τῆς θνητοειδοῦς ζωῆς ἔξεισιν. Εἰ γὰρ καὶ ¨ὡς ἐν φρουρᾷ τῷ σώματί ἐσμεν οἱ ἄνθρωποι¨ ὥς που δὴ καὶ Πλάτων εἴρηκεν ἐν ἀπορρήτοις λόγοις, τὴν ἄνω δόξαν μεμαθηκώς, ἀλλ᾿ οὐ δεῖ ¨ἑαυτὸν ἀποκτιννύναι τινὰ πρὶν ἂν ἀνάγκην θεὸς ἐπιπεμψῃ¨. Καὶ κρείττων ἡ ἐξήγησις αὕτη τῆς προτέρας καὶ τῷ χριστιανικῷ λόγῳ συμβαίνουσα.

ある人々は、上の神託をより単純に解釈してきた。「排出させてはならない。それが何かを引き連れて外に出ないように」とは次のような意味だと彼らは言う。つまり、みずからの自然の死に先立って高まってはならない、たとえ知をすっかり愛そうともである、なぜなら完全な純化には至っていないからだ、というのである。このことから、魂がそのような導きにより肉体から飛び立つ場合、死せる運命にある生命の何かをも引き連れていくことになる。実のところ、たとえ「私たち人間は肉体の監獄の中にいるようなもの」であり、上方からの見解を学んだがゆえにプラトンがそのことを謎めいた言葉で述べているとしても、「神が必然をもたらす前にみずから命を絶つ」べきではない。この解釈のほうが上の解釈よりも優れており、キリスト教の教義とも一致する。