Ὕμνος δὲ τοῦ Πατρὸς οὐ λόγοι σύνθετοι, οὐκ ἔργων κατασκευή · μόνος γὰρ ἄφθαρτος ὤν, φθαρτὸν ὕμνον οὐ δέχεται · μὴ οὖν κενῇ ῥημάτων καταιγίδι πείσειν ἐλπίζωμεν τὸν λόγων ἀληθῶν δεσπότην μηδὲ ἔργων φαντασίᾳ μετὰ τέχνης κεκαλλωπισμένων · ἀκαλλώπιστον εὐμορφίαν θεὸς φιλεῖ. Ὕμνον οὖν τῷ θεῷ τοῦτον ἀναθῶμεν · καταλίπωμεν τὴν ῥέουσαν οὐσίαν · ἔλθωμεν ἐπὶ τὸν ἀληθῆ σκοπόν, τὴν εἰς αὐτὸν ἐξομοίωσιν · γνωρίσωμεν τὸν δεσπότην, ἀγαπήσωμεν τὸν Πατέρα · καλοῦντι πεισθῶμεν · τῷ θερμῷ προσδράμωμεν, τὸ ψυχρὸν ἐκφυγόντες · πῦρ γενώμεθα, διὰ πυρὸς ὁδεύσωμεν. Ἔχομεν εὔλυτον ὁδὸν εἰς ἀνέλευσιν · Πατὴρ ὀδηγεῖ, πυρὸς ὁδοὺς ἀναπτύξας μὴ ταπεινὸν ἐκ λήθης ῥεύσωμεν χεῦμα.
父の賛歌は作られた言葉ではなく、儀式の準備でもない。唯一の不滅の存在であるがゆえに、滅するものの賛歌は受け付けないからである。ゆえに、空虚な言葉の嵐でもって、あるいは人為的に飾り立てた儀式の幻想でもって、真の言葉の師を説得できると期待してはならない。飾り立てたのではない美しさを神は好むのである。だからこそ、そのような賛歌を神に捧げよう。流れていく存在をうち捨てよう。真の目的、つまりその者との同化へと向かおう。師を知り、父を愛そう。呼びかける者に従おう。熱きものへと駆け寄り、冷たきものを逃れよう。火と化して、火の中を通っていこう。高みへといたる開かれた道を手にしよう。忘却のせいで私たちが流れに身をまかせてしまわなよう、父は火の道を開き、導くのである。