… τολμηρᾶς φύσεως, ἄνθρωπε, τέχνασμα.
¨Τέχνασμα¨ μὲν γὰρ ὁ ἄνθρωπος ὡς παρὰ θεοῦ ἀπορρήτῳ τέχνῃ συντεθείς. τολμηρὰν δὲ φύσιν αὐτὸν ὀνομάζει τὸ λόγιον ὡς καὶ τὰ κρείττονα περιεργαζόμενον καὶ δρόμους μὲν ἀστέρων καταμετροῦντα ὑπερφυῶν δὲ δυνάμενων τάξεις διακριβοῦντα καὶ τὰ ἐξωτάτω τῆς οὐρανίας ἁψῖδος διασκοποῦντα καὶ περὶ θεοῦ τι λέγειν διατεινόμενον. Αἰ γὰρ ἐπιβολαὶ αὖται τῶν νοημάτων ¨τολμηρᾶς¨ ἄντικρυς ¨φύσεως¨. Οὐ διασύρει δὲ ἐνταῦθα τὴν τόλμαν, ἀλλὰ τὴν ὁρμὴν τῆς φύσεως τέθηπεν.
「……大胆なる自然の産物、人間よ」
「産物」であるというのは、人間が神により、言葉にしえない技によって作られたからである。神託がそれを大胆なる自然と称しているのは、それがより上位のものを密かに観察し、星々の運行を計測し、計り知れない力の序列を精査し、最果ての天の穹窿を検証し、神について何かを言おうと努力するからだ。そのような思惟の動きこそ、まさに「大胆なる自然」である。そして神託は、その大胆さを粉砕するのではなく、自然の飛躍を驚きであるとしている。
Λαιῆς ἐν λαγόσιν Ἑκάτης ἀρετῆς πέλε πηγή,
ἔνδόν ὅλη μίμνουσα, τὸ παρθένον οὐ προιεῖσα.Τὴν Ἑκάτην οἱ χαλδαῖοι θεὸν ὁρίζονται μεσαιτάτην ἔχουσαν τάξιν καὶ οἷον κέντρον τυγχάνουσαν τῶν ὅλων δυνάμεων. Καὶ ἐν μὲν τοῖς δεξιοῖς αὐτῆς μέρεσι τιθέασι τὴν πηγὴν τῶν ψυχῶν· ἐν δὲ τοῖς ἀριστεροῖς, τὴν πηγὴν τῶν ἀρετῶν· καὶ φάσιν ὅτι ἡ μὲν πηγὴ τῶν ψυχῶν ἕτοιμός ἐστιν εἰς τὰς ἀπογεννήσεις, ἠ δὲ πηγὴ τῶν ἀρετῶν ἐν ὅροις μένει ἔνδον τῆς ἰδίας οὐσίας καὶ οἷον παρθένος ἐστὶ καὶ ἀμιγής, τὸ στάσιμον τοῦτο καὶ ἀκίνητον ἀπὸ τῶν ἀμειλίκτων λαβοῦσα δυνάμεων καὶ ζωστῆρι κοσμηθεῖσα παρθενικῷ.
「ヘカテーの左脇にいずるは美徳の源
すべてはその中にとどまり、純潔も破られることはない」
カルデア人たちはヘカテーを、序列の中間に位置づけ、あらゆる力の中心であると考えている。そしてその右側には魂の源を、左側には美徳の源を置いている。さらに彼らは、魂の源はすぐに産出できる状態にあると述べている。美徳の源のほうは、個々の実体の境界内部にとどまり、純潔および純粋さのごとくにあるとされる。その静止と不動を容赦なき力から汲み取り、純潔さの帯を身に纏うのである。